Add parallel Print Page Options

60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ [a]οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν [b]ἔνοχον εἶναι θανάτου. 65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν [c]αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν [d]ἔλαβον.

66 Καὶ ὄντος τοῦ Πέτρου [e]κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ [f]ἦσθα τοῦ Ἰησοῦ· 68 ὁ δὲ ἠρνήσατο λέγων· [g]Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον [h]καὶ ἀλέκτωρ ἐφώνησεν. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν [i]ἤρξατο πάλιν λέγειν τοῖς [j]παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ [k]καὶ ἡ λαλιά σου ὁμοιάζει· 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ [l]εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα [m]ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα [n]φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ, καὶ ἐπιβαλὼν ἔκλαιεν.

15 Καὶ [o]εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ [p]παρέδωκαν Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς [q]αὐτῷ λέγει· Σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. ὁ δὲ Πιλᾶτος πάλιν [r]ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου [s]κατηγοροῦσιν. ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.

Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον [t]ὃν παρῃτοῦντο. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν [u]στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ [v]ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι [w]καθὼς ἐποίει αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:61 οὐκ ἀπεκρίνατο οὐδέν WH Treg NIV ] οὐδὲν ἀπεκρίνατο RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:64 ἔνοχον εἶναι WH Treg NIV ] εἶναι ἔνοχον RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:65 αὐτοῦ τὸ πρόσωπον WH Treg NIV ] τὸ πρόσωπον αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:65 ἔλαβον WH Treg NIV ] ἔβαλλον RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:66 κάτω ἐν τῇ αὐλῇ WH Treg NIV ] ἐν τῇ αὐλῇ κάτω RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:67 ἦσθα τοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ ἦσθα RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:68 Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί WH Treg NIV ] Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:68 καὶ ἀλέκτωρ ἐφώνησεν Treg RP NA ] – WH NIV
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:69 ἤρξατο πάλιν WH NIV ] πάλιν ἤρξατο Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:69 παρεστῶσιν WH Treg NIV ] παρεστηκόσιν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:70 καὶ ἡ λαλιά σου ὁμοιάζει RP ] – WH Treg NIV
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:72 εὐθὺς WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:72 ὡς WH Treg NIV ] ὃ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:72 φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ NIV ] δὶς φωνῆσαι τρίς με ἀπαρνήσῃ WH Treg; φωνῆσαι δίς ἀπαρνήσῃ με τρίς RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:1 εὐθὺς WH Treg NIV ] εὐθέως ἐπὶ τὸ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:1 παρέδωκαν WH Treg NIV ] + τῷ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:2 αὐτῷ λέγει WH Treg NIV ] εἶπεν αὐτῷ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:4 ἐπηρώτα WH Treg NIV ] ἐπηρώτησεν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:4 κατηγοροῦσιν WH Treg NIV ] καταμαρτυροῦσιν RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:6 ὃν παρῃτοῦντο WH NIV ] ὅνπερ ᾐτοῦντο Treg RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:7 στασιαστῶν WH Treg NIV ] συστασιαστῶν RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:8 ἀναβὰς WH Treg NIV ] ἀναβοήσας RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:8 καθὼς WH NIV ] + ἀεὶ Treg RP